Ἐπειδὴ περὶ τῶν ἀντεμβαλλομένων λόγον ἐνεστήσαντο μὲν καὶ οἱ περὶ τὸν Διοσκουρίδην, οὐχ ἥκιστα δὲ καὶ οἱ περὶ τὸν Φιλιστίωνά τε καὶ Εὐρυφῶντα, φέρε δὴ καὶ ἡμεῖς ὀλίγα περὶ τούτων εἴπωμεν. ἀντεμβαλλόμενα καλοῦμεν τὰ ἀντὶ τῶν ἄλλων ἐμβαλλόμενα φάρμακα. χρήσιμος γὰρ ἔσται ὁ περὶ τούτων λόγος τοῖς μάλιστα τῶν ἔργων φροντίσασι καὶ τοῖς βεβαίους καὶ οὐκ εὐκαταφρονήτους ποιουμένοις τὰς θεραπείας τῶν παθῶν. πολλοὶ γὰρ τῶν ἰατρῶν ἀποροῦντες πολλάκις τῶν ἐπιτηδείων τοῖς θεραπευομένοις ἀλλόκοτά τινα καὶ μὴ τὸν αὐτὸν λόγον σώζοντα τῆς δυνάμεως τῶν ἐπιτηδείων ἐμβάλλουσι φάρμακα. καὶ τό γε δέον αὐτοῖς, ἵνα μὴ τοιούτοις περιπίπτωσιν ἀτόποις, τὴν περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐπισκέπτεσθαι πραγματείαν. εἰ δὲ μὴ ταύτην ἐκμανθάνουσι μηδὲ τοῖς προκειμένοις προσέχουσι τὸν νοῦν, δικαίως σφάλλονται περὶ τὰς θεραπείας. σοὶ δ', ὦ Διογενιανὲ, τῷ τῆς ἀληθείας ἐρῶντι καὶ τὰς δυνάμεις τῶν φαρμάκων ἐκμανθάνειν βουλομένῳ ὀλίγα διαλεξάμενος ἄρξομαι τῶν προτεθέντων. ἔσται δέ μοι ὁ λόγος πρὸς σὲ ἀληθὴς, ἀναμνησθέντι τοῦ ποτέ μοι συμβάντος ἐν Ἀλεξανδρείᾳ. εὐθέως παραγενομένου ἐκεῖσε γύναιόν μοι προσῆλθε μέλλον ἀποθνήσκειν, ἔχον διάθεσιν ἰσχυρὰν, ἧς τὴν διήγησιν οὐ πρόκειται νῦν εἰπεῖν. καὶ ζητοῦντός μου λυχνίδα, ἵνα τὸ δέον αὐτῇ προσάξω φάρμακον, εἰ μὴ εὐθέως εὗρον ἀκανθίου σπέρμα, ἔμελλεν ἀπόλλυσθαι παραχρῆμα τὸ γύναιον. ὡς δ' εὑρέθη τὸ ἀνάλογον τῇ λυχνίδι, εὐθέως ἐχρησάμην αὐτῷ καὶ συνῆλθεν εἰς ταὐτό. τῇ δὲ ἑξῆς ἡμέρᾳ παραγενόμενοί τινες τῶν θεωμένων αὐτὴν προτέρων ἰατρῶν ἠξίουν ἀκοῦσαι τὸ δέον φάρμακον. εὐθέως οὖν ἀκούσαντες παρεκάλεσαν γραφῆναι αὐτοῖς τὸν περὶ τῶν ἀντεμβαλλομένων λόγον. ἀρξώμεθα οὖν τῶν προκειμένων ἐκ τοῦ προειρημένου εἴδους τὴν ἀρχὴν τοῦ λόγου ποιησάμενοι. εἰ δὲ καὶ κατὰ στοιχεῖον, ὥς τινες ἐθέλουσι, τοῦτο ποιήσωμεν.
Α.
Ἀντὶ ἀκανθίου σπέρματος, λυχνίδος σπέρμα.
ἀντὶ ἀβροτόνου, ὀρίγανον.
ἀντὶ ἀγαλλόχου, κενταύριον.
ἀντὶ ἀγαρικοῦ, ἐπίθυμον ἢ εὐφόρβιον.
ἀντὶ ἀγρίας σταφίδος, φοίνικες Συριακοί.
ἀντὶ ἀγχούσης, ὑάκινθος.
ἀντὶ ἀειζώου, φύλλα ἢ χυλὸς θρίδακος.
ἀντὶ αἰγείρου ἀκρεμόνων, σάμψυχον.
ἀντὶ ἀκακίας, σχίνου χύλισμα.
ἀντὶ ἀκάνθης, ἀκάνθου κεράτια.
ἀντὶ ἀκάνθου κερατίων, ἀκάνθη.
ἀντὶ ἀκονίτου, ἴριδος ἀγρίας ἡ ῥίζα.
ἀντὶ ἀκόρου, ἀσάρου ῥίζα.
ἀντὶ ἀκτέας, γλαύκιον ἢ κόπρος ὄϊος.
ἀντὶ ἀκτῆς βοτάνης, ἄκανθα ἢ ἀκάνθου κεράτια.
ἀντὶ ἁλικακάβου, δορυκνίου ἢ στύχνου σπέρμα.
ἀντὶ ἁλὸς ἀμμωνιακοῦ, ἅλας Καππαδοκικόν.
ἀντὶ ἁλὸς Καππαδοκικοῦ, ἅλας ἀμμωνιακόν.
ἀντὶ ἁλὸς ἄνθους, σανδαράχη.
ἀντὶ ἀλόης, κόπρος ἴβεως.
ἀντὶ ἀλόης Ἰνδικῆς, ἀλόης χλωρᾶς φύλλα, γλαύκιον, λύκιον ἢ κενταύριον.
ἀντὶ ἀλώπεκος στέατος, στέαρ ἄρκειον.
ἀντὶ ἄμεως, ἄνισον.
ἀντὶ ἀμιάντου, ἀφροσέλινον.
ἀντὶ ἀμύλου, γύρις ξηρά.
ἀντὶ ἀμυγδάλων πικρῶν, ἀψίνθιον.
ἀντὶ ἀμμωνιακοῦ θυμιάματος, πρόπολις.
ἀντὶ ἀμώμου, ἄκορος.
ἀντὶ ἀνίσου, δαῦκος.
ἀντὶ ἀράκου, σήσαμον.
ἀντὶ ἀργεμώνης, σερίφιον.
ἀντὶ ἀριστολοχίας, κληματὶς ξηρά.
ἀντὶ ἀριστολοχίας στρογγύλης, ἀριστολοχία μακρά.
ἀντὶ ἀρκευθίδων, κύπερος.
ἀντὶ ἅρμαλα, καρδάμωμον Βαβυλώνιον.
ἀντὶ Ἀρμενίου, μέλαν Ἰνδικόν.
ἀντὶ ἀρσενικοῦ, σανδαράχη.
ἀντὶ ἀρωματικῆς, κάλαμος ἀρωματικός.
ἀντὶ ἀσάρου, ζιγγίβερ.
ἀντὶ ἀσβέστου, ἡ εἰς τὰ βάφια ἄκανθα.
ἀντὶ ἀσβέστου ὃ λέγεται τίτανος, ἀδάρκης.
ἀντὶ Ἀσίου λίθου, λίθος γαγάτης ἢ ἅλες ἀμμωνιακοὶ ἢ
σανδαράχη.
ἀντὶ ἀσπαλάθου, ἐρίκης καρπὸς ἢ ἄγνου σπέρμα.
ἀντὶ ἀσφάλτου, πίσσα ὑγρὰ βρυττία ἢ γῆ ἀμπελῖτις.
ἀντὶ ἀσφοδέλου ῥίζης, σεύτλου χυλός.
ἀντὶ ἀψινθίου, ἀβρότονον.
Β.
Ἀντὶ βαλαυστίου, ὑποκιστὶς ἢ σκυτίνη ῥόα.
ἀντὶ βαλσάμου, λευκοῦ ἰοῦ ῥίζα.
ἀντὶ βαλσάμου ὀποῦ, στακτὴ σμύρνης.
ἀντὶ βδελλίου, σφάγνος ἀρωματικός.
ἀντὶ βήσασα, σπέρμα πηγάνου ἀγρίου ἢ ἡμέρου.
ἀντὶ βουπρήστεως, σίλφαι βδέουσαι ἢ βδέλλα.
ἀντὶ βουτύρου, γάλακτος βοείου ἐπίπαγος.
ἀντὶ βρυωνίας, ἀσάρου ῥίζα.
ἀντὶ βρυττίας πίσσης, ἡ κοινὴ ἑψέσθω μετ' ὄξους.
Γ.
Ἀντὶ γεντιανῆς, ἑλένιον ἢ πετροσελίνου ῥίζα.
ἀντὶ γεντιανῆς ῥίζης, σελίνου ἀρωματικοῦ ῥίζα, ὑπάρχει δὲ τὸ πετροσέλινον ἢ ῥαίδον, ἔστι δὲ τὸ ἑλένιον.
ἀντὶ γῆς ἁπαλῆς ἢ ἀμπελίτιδος, μολυβδαίνα.
ἀντὶ γῆς ἀστέρος, γῆ κιμωλία.
ἀντὶ γῆς Ἐρετριάδος, τίτανος Θηβαϊκός.
ἀντὶ γῆς Κρητικῆς, γῆ ἐρετριάς.
ἀντὶ γῆς Μεγάρας, ἀλόης ἄχνη.
ἀντὶ γῆς Σαμίας, λευκογράφις Αἰγυπτία.
ἀντὶ γλήχωνος, ὕσσωπον.
ἀντὶ γλυκυῤῥίζης χυλοῦ, συκαμίνου χυλὸς ἢ γλυκοκαλάμου χυλός.
ἀντὶ γογγυλίδος, ἡλιοτροπίου βοτάνης καρπός.
ἀντὶ γυπὸς κόπρου, περιστερᾶς κόπρος.
Δ.
Ἀντὶ δαμασσωνίου, καρπήσιον ἢ καλαμίνθη ἢ ἠρύγγιον.
ἀντὶ δαύκου σπέρματος, σίου σπέρμα.
ἀντὶ δαφνίδων, ἕρπυλλον ξηρόν.
ἀντὶ δικτάμνου, γλήχων ἢ ἐλελίσφακος.
ἀντὶ διφρυγοῦς, μίσυ ὀπτὸν ἢ λίθος φρύγιος ἢ χαλκὸς κεκαυμένος ἢ λίθος πυρίτης.
ἀντὶ δορυκνίου, ὑοσκυάμου ἢ ἐλελισφάκου σπέρμα.
ἀντὶ δρακοντίου, ἄρον.
Ε.
Ἀντὶ ἐβένου, λώτινον ξύλον.
ἀντὶ ἐβίσκου ῥίζης, ῥίζα παπύρου ἢ φύλλα μορέας.
ἀντὶ ἐλαίας δακρύου, ὑποκιστίδος χυλός.
ἀντὶ ἐλαίας Αἰθιοπικῆς δακρύου, ἀκακίας μέρη β.
ἀντὶ ἐλαίου κικίνου, δάφνινον ἢ ἔλαιον παλαιόν.
ἀντὶ ἐλαίου παλαιοῦ, σικυώνιον, ἐλαίου τὸ διπλοῦν, στέαρ
παλαιὸν χοίρειον, τὸ διπλοῦν ἔλαιον ἕψε μετὰ στέατος ὑὸς παλαιοῦ.
ἀντὶ ἐλαίου ῥοδίνου, ἔλαιον μήλινον.
ἀντὶ ἐλαίου σπανοῦ, θάλλους ἐλαίῳ ἁπαλοὺς θλάσας ἐπίβαλλε.
ἀντὶ ἐλαίου χαμαιμηλίνου, ἔλαιον ῥόδινον.
ἀντὶ ἐλαίου ῥαφανίνου, ἔλαιον κίκινον.
ἀντὶ ἐλατηρίου χυλοῦ, πράσου χυλὸς ἢ χυλὸς συκέας.
ἀντὶ ἐλαφείου στέατος, ὕειον.
ἀντὶ ἐλελισφάκου, καλαμίνθη.
ἀντὶ ἐλλεβόρου μέλανος, στρουθίου ἢ παπύρου ῥίζα.
ἀντὶ ἑλενίου, κόστος.
ἀντὶ ἐννεαφύλλου, κολοκυνθίδος σπέρμα ἢ ποταμογείτων.
ἀντὶ ἐπιθύμου, κολοκυνθίδος σπέρμα.
ἀντὶ ἐρέγμου, στρούθιον.
ἀντὶ ἐρίκης, κικὶς ὀμφακίτις.
ἀντὶ ἐρίκης καρποῦ, κισσὸς ὄμφαξ.
ἀντὶ ἐρίνου φύλλων, φύλλα μορέας ἢ κόπρος ἴβεως.
ἀντὶ ἑρπύλλου, ποταμογείτων ἢ πύρεθρον.
ἀντὶ ἐρυσίμου, ἔρεγμον ἢ στρούθιον.
ἀντὶ εὐζώμου σπέρματος, ἐρυσίμου σπέρμα.
ἀντὶ εὐπατορίου, χαμαιπίτυς.
ἀντὶ εὐφορβίου, κόπρος περιστερᾶς ἀγρίας ἢ ἀγαρικόν.
Ζ.
Ἀντὶ ζιγγιβέρεως, πύρεθρον.
Η.
Ἀντὶ ἡδυόσμου, καλαμίνθη.
ἀντὶ ἡλιοτροπίου σπέρματος, γογγυλίδος σπέρμα.
Θ.
Ἀντὶ θαψίας, καρδάμου ἢ εὐζώμου σπέρμα.
ἀντὶ θαψίας χυλοῦ, χαμαιλέοντος μέλανος χυλὸς ἢ ἐλύδριον.
ἀντὶ θερμουντιάδος, γλυκόφυλλον.
ἀντὶ θείου ἀπύρου, σανδαράχη.
ἀντὶ θρίδακος, ἴντυβον.
Ι.
Ἀντὶ ἰξοῦ δρυΐνου, χαμαιλέων μέλας.
ἀντὶ ἰοῦ σιδήρου, λιθάργυρος ἢ σκωρία σιδήρου.
ἀντὶ ἰοῦ χαλκῆς, χολὴ γυπὸς ἢ πέρδικος.
ἀντὶ ἱππούρεως, χαμαιπίτυς.
ἀντὶ ἴριδος Ἰλλυρικῆς, ἑλένιον ἀρωματικόν.
Κ.
Ἀντὶ καδμίας, λευκογραφὶς Αἰγυπτία.
ἀντὶ καλάμου ἀρωματικοῦ, σφάγνος.
ἀντὶ καλαμίνθης, ἄγριον ἡδύοσμον.
ἀντὶ καλλικέρω, τῆλις.
ἀντὶ κανθαρίδων, φαλάγγια.
ἀντὶ καππάρεως ῥίζης, ἐρίκης ῥίζα ἢ μυρίκης.
ἀντὶ καρδαμώμου, ξυλοκάρπασον ἢ κύπερις ἀμμωνιακή.
ἀντὶ κασσίας, μάννα κιννάμωμον διπλοῦν ἢ βράθυ.
ἀντὶ καστορίου, ἀγάλλοχον ἢ σίλφιον ἢ σιλφῶν βδεουσῶν ἔντερα.
ἀντὶ κάγχρυος, δαφνῆς κόκκοι ἢ πύρεθρον.
ἀντὶ κεδρέας, κεδρίδες.
ἀντὶ κεδρίδων, λάδανον.
ἀντὶ κεραυνίου, λευκογραφίς.
ἀντὶ κέρατος ἐλάφου, κέρας αἰγός.
ἀντὶ κηροῦ, ἔρεγμος μετὰ προπόλεως ἕψεται καὶ τρίβεται.
ἀντὶ κηρύκων, ὄστρεα.
ἀντὶ κίκεως, γλοιὸς ἀπὸ παλαίστρας.
ἀντὶ κικίδος, μυρίκης καρπός.
ἀντὶ κινναβάρεως, ῥοδοειδές.
ἀντὶ κινναμώμου, πήγανον ἄγριον διπλοῦν ἢ τριπλοῦν καὶ ποιεῖ κρεῖττον τοῦ κινναμώμου ἢ λιβάνου φλοιοῦ τὸ πρὸς ἶσον ἢ κυπέρεως Ἀττικῆς τὸ ἶσον ἢ κασσίας σύριγγος διπλάσιον ἢ βράθυος διπλοῦν.
ἀντὶ κισσήρεως, γῆ Κρητική.
ἀντὶ κισσοῦ ὀποῦ, ὀπὸς Περσικός.
ἀντὶ κλινοποδίου, ἡλιοτρόπιον.
ἀντὶ κνιδοσπέρμου, κονίου σπέρμα.
ἀντὶ κνίκου σπέρματος, ἄγνου σπέρμα.
ἀντὶ κολοκυνθίδος, σπέρμα κίκεως, ὃ ἔστι κρότωνος.
ἀντὶ κολοφωνίας, ἀπόχυμα.
ἀντὶ κομαρέας, ἀμμωνιακὸν θυμίαμα.
ἀντὶ κόπρου αἰλούρου, κόπρος ἰχνεύμονος.
ἀντὶ κόπρου γυπὸς, περιστερᾶς κόπρος.
ἀντὶ κόπρου λύκου, κυνὸς κόπρος.
ἀντὶ κόπρου τρυγόνος, κόπρος περιστερᾶς.
ἀντὶ κοραλλίου, σύμφυτον ἢ μῶλυ.
ἀντὶ κόστου, ἀμμωνιακὸν, κεδρίδες, ἑλένιον.
ἀντὶ κοτυληδόνος, ὀνοκάρδιον ἢ ἀναγαλλίς.
ἀντὶ κρινανθέμου, ἀφροδισιάς.
ἀντὶ κρόκου, κροκόμαγμα.
ἀντὶ κροκομάγματος, ἀλόη Ἰνδικὴ ἢ ἀγάλλοχον Ἰνδικόν.
ἀντὶ κροκοδείλου στέατος, κυνὸς θαλαττίου στέαρ.
ἀντὶ κυμίνου, κράμβης σπέρμα.
ἀντὶ κυμίνου Αἰθιοπικοῦ, μελάνθιον.
ἀντὶ κυνοσβάτου, ἁλικακάβου σπέρμα.
ἀντὶ κυπέρεως, ἀρκευθὶς ἡ μεγάλη, ἀρκευθίδων μῆλα ἢκαρδάμωμον.
ἀντὶ κύφεως, ἰσχὰς κεκαυμένη.
ἀντὶ κωνείου, κοριάνδρου ἢ ψυλλίου σπέρμα.
Λ.
Ἀντὶ λαγωοῦ θαλαττίου, κόγχος ποτάμιος ἢ λαγωὸς ποτάμιος.
ἀντὶ λαδάνου, σάμψυχον.
ἀντὶ λαθυρίδων, κόκκος κνίδιος.
ἀντὶ λαπάθου ῥίζης, ῥίζα πυρέθρου ἢ κυνάρας.
ἀντὶ λεπιδίου ῥίζης, φύλλα καππάρεως.
ἀντὶ λεπιδίου, ἐρυθρόδανον.
ἀντὶ λευκίνου ἄνθους, στρούθιον.
ἀντὶ λημνίας σφραγίδος, σανδαράχη.
ἀντὶ λιβάνου, γῆ ἀμπελίτις.
ἀντὶ λιβάνου φλοιοῦ, μάννα λιβάνου.
ἀντὶ λιβάθρου, τράκτυλος.
ἀντὶ λίθου Ἀσίου, λίθος γαγάτης, κόπρος αἰγὸς ἢ ἅλες ἀμμωνιακοὶ κεκαυμένοι ἢ σανδαράχη.
ἀντὶ λίθου μαγνήτου, λίθος Φρύγιος.
ἀντὶ λίθου ὀνυχίτου, λίθος ἀχάτης.
ἀντὶ λίθου πυρίτου, λίθος πυρόβολος.
ἀντὶ λίθου Φρυγίου, λίθος ἀργυρίτης ἢ πυρίτης.
ἀντὶ λίθου ἀχάτου, λίθος σαρδόνυξ.
ἀντὶ Χαλκηδονίου, λίθος κυάνεος.
ἀντὶ λίθου ὑακίνθου, λίθος βηρύλλιος.
ἀντὶ λίθου σμαράγδου, λίθος ἴασπις.
ἀντὶ λίθου σπόγγου, λίθος ὁ ἐξουρούμενος.
ἀντὶ λινοσπέρμου, κυάμου χυλός.
ἀντὶ λιβυστικοῦ σπέρματος, ῥίζα λυβιστικοῦ ἢ σπέρμα σταφυλίνου ἢ σίου.
ἀντὶ λυχνίδος, ἀκανθίου σπέρμα.
ἀντὶ λωτοῦ σπέρματος, σεύτλου σπέρμα.
Μ.
Ἀντὶ μαγνησίας ὑελίνου, πτύελον Ἰταλικόν.
ἀντὶ μαγνήτου, λίθος Φρύγιος ἢ αἱματίτης.
ἀντὶ μαλαβάθρου, κασσία σφαιρίτης ἢ ναρδοστάχυς ἢ τράκτυλος ἢ νάρδος Ἰνδική.
ἀντὶ μαλάχης, τῆλις.
ἀντὶ μανδραγόρου, ἐλαίας δάκρυον.
ἀντὶ μανδραγόρου χυλοῦ, δορύκνιον.
ἀντὶ μάννης, λιβάνου φλοιός.
ἀντὶ μαστίχης, σχοίνου καρδία ἢ τερεβινθίνη.
ἀντὶ μελιλώτου, λωτὸς ἄγριος.
ἀντὶ μέλιτος, ἕψημα.
ἀντὶ μενδησίου οἴνου, οἶνος Ἰταλικός.
ἀντὶ μήκωνος, μανδραγόρου χυλός.
ἀντὶ μηλοκυδωνίων, μελίλωτον.
ἀντὶ μήου, μυροβάλανος.
ἀντὶ μίσυος ὀπτοῦ, διφρυγές.
ἀντὶ μίσυος Κυπρίου, ὤχρα Κύπρια.
ἀντὶ μισυδίου, ὤχρα.
ἀντὶ μολυβδαίνης, λιθάργυρον.
ἀντὶ μολύβδου κεκαυμένου, ψιμμίθιον.
ἀντὶ μόρων χυλοῦ, βάτων φύλλα.
ἀντὶ μυελοῦ ἐλαφείου, στέαρ ἐλάφειον ἢ μυελὸς μόσχειος.
ἀντὶ μυελοῦ μόσχου, οἴσυπος ἢ μυελὸς ἐλάφειος.
ἀντὶ μυοχόδων, μυίας ἴσα.
ἀντὶ μυροβαλάνου, πεύκινον ἢ γλαύκιον.
ἀντὶ μυρσινίτου, ὀπὸς μορέας ἢ ῥοδακίνου.
ἀντὶ μυρσίνου ἐλαίου, σχίνινον ἢ μήλινον.
Ν.
Ἀντὶ νάπυος, καρδάμου ἢ γογγυλίδος σπέρμα.
ἀντὶ νάπυος σπέρματος, γογγυλίδος σπέρμα.
ἀντὶ νάρδου Συριακῆς, σχοῖνος ἀρωματικὸς ἢ σχοίνου ἄνθος.
ἀντὶ νάρδου ἀγρίας, νάρδος Ἰνδική.
ἀντὶ νάρδου Ἰνδικῆς, νάρδος Κελτική.
ἀντὶ νίτρου ἐρυθροῦ, ναρδόσταχυς.
ἀντὶ νίτρου, ἀφρόνιτρον ἢ ἅλας ὀπόν.
Ξ.
Ἀντὶ ξυλοβαλσάμου, ῥίζα λευκοΐου.
ἀντὶ ξιφίου γλευκίου ῥίζης, σατυρίου σπέρμα.
ἀντὶ ξυλοκαρπάσου, κιννάμωμον.
ἀντὶ ξυλοκασίας, κιννάμωμον.
Ο.
Ἀντὶ οἰνάνθης χυλοῦ, χυλὸς ἀμπελίνου βλαστοῦ ἢ δένδρου ἢ ξηρὸς ὄμφαξ.
ἀντὶ οἰνάνθης χυλοῦ, ἀμπελόξυλον.
ἀντὶ οἴνου Ἰταλικοῦ, οἶνος Μενδήσιος.
ἀντὶ οἴνου Ῥοδίου, αὐστηρὸς οἶνος.
ἀντὶ οἴνου Συριακοῦ, οἶνος Ῥόδιος.
ἀντὶ ὀμφακίου, ῥοῦ χυλός.
ἀντὶ ὄμφακος, σίδια ἢ κικὶς ὀμφακίτις.
ἀντὶ ὀνοκαρδίου, ψύχα βοτάνη.
ἀντὶ ὀποῦ βαλσάμου, δάδινον, σμύρνης στακτὴ, ὀπὸς καρπάσου, καρπὸς βαλσάμου.
ἀντὶ ὀποῦ Θήβης, ὀπὸς μήκωνος.
ἀντὶ ὀποῦ ἰτέας, ὀπὸς κισσοῦ μέλανος.
ἀντὶ ὀποῦ καρπάσου, ὀπὸς μυρσίνης.
ἀντὶ ὀποῦ Κυρηναϊκοῦ, ὀπὸς Συριακὸς, λάσαρος ἢ μόσχου μυελὸς ἢ ὀπὸς σιλφίου.
ἀντὶ ὀποῦ μήκωνος, μανδραγόρου χυλός.
ἀντὶ ὀποῦ μορέας, κισσοῦ ὀπός.
ἀντὶ ὀποπάνακος, καστόριον, γάλα συκαμίνου, ὑγρόπισσα.
ἀντὶ ὀποῦ Περσικοῦ, κισσός.
ἀντὶ ὀποῦ πευκεδάνου, γλυκυρίζης χυλός.
ἀντὶ ὀποῦ πευκίνου, γλευκυρίζα.
ἀντὶ ὀποῦ ῥοδοδάφνης, ἰξὸς δρύϊνος.
ἀντὶ ὀποῦ συκῆς, ὀπὸς μορέας.
ἀντὶ ὀποῦ Συριακοῦ, ὀπὸς μορέας.
ἀντὶ ὀρμίνου, λινόσπερμον.
ἀντὶ ὀρνιθογάλων, ἀνθυλλίς.
ἀντὶ ὀρύζης, κρίθινον ἄλευρον ἢ κριθάλευρον.
ἀντὶ ὀστρέων, κύρηκες.
Π.
Ἀντὶ πάνακος ῥίζης γο. α, ὀποπάνακος 2 α.
ἀντὶ παπύρου ῥίζης, ἐλλέβορος μέλας.
ἀντὶ πεπέρεως, ζιγγίβερ.
ἀντὶ πεπέρεως λευκοῦ, μέλαν πέπερι διπλάσιον.
ἀντὶ πεπέρεως μακροῦ, πεπέρεως λευκοῦ β.
ἀντὶ περιστερᾶς κόπρου, κόπρος τρυγόνος ἢ γυπός.
ἀντὶ περιστερεῶνος, χαμαιλέα ἢ χαμαιλευκή.
ἀντὶ περσαίας φύλλων ξηρῶν, ῥόδα ξηρά.
ἀντὶ πευκεδάνου, γλυκυῤῥίζης χυλός.
ἀντὶ πισσελαίου, ὑγρόπισσον.
ἀντὶ πίσσης βρυττίας ὑγρᾶς, ἄσφαλτος, πίσση ἐγχώριος περίσση.
ἀντὶ πιτυοκάμπης, σφῆκες εἰς κεδρίαν σαπέντες.
ἀντὶ πολίου σπέρματος, εὐζώμου σπέρμα.
ἀντὶ πολυγόνου χυλοῦ, χυλὸς ἀρνογλώσσου.
ἀντὶ πολυποδίου, ῥίζα χαμελαίας ἢ χαμαιλέοντος.
ἀντὶ πολυτρίχου, ἀψίνθιον.
ἀντὶ πομφόλυγος, καδμία κεκαυμένη.
ἀντὶ ποταμογείτονος, ἕρπυλλος.
ἀντὶ προπόλεως, λάδανον ἢ ἀμμωνιακόν.
ἀντὶ πτερίδος, κνεώρου σπέρμα ἢ κνίδης.
ἀντὶ πυρέθρου, ζιγγίβερ.
ἀντὶ πυρέθρου ῥίζης, ῥίζα λαπάθου.
Ρ.
Ἀντὶ ῥέου, κενταύριον.
ἀντὶ ῥαφανίου ἐλαίου, κίκινον ἔλαιον.
ἀντὶ ῥητίνης, κολοφωνίας ἀπόχυμα.
ἀντὶ ῥητίνης πευκίνης, ῥητίνη τερεβινθίνη.
ἀντὶ ῥητίνης πιτυίνης ξηρᾶς, σαγαπηνόν.
ἀντὶ ῥητίνης τερεβινθίνης, ῥητίνη πευκίνη.
ἀντὶ ῥίζης καππάρεως, μυρίκης ῥίζα.
ἀντὶ ῥίζης λαπάθου, ῥίζα κιννάρας.
ἀντὶ ῥίζης κιννάρας, ἀσφοδέλου ῥίζα.
ἀντὶ ῥόδων ξηρῶν, φύλλα περσαίας ξηρά.
ἀντὶ ῥοδοειδοῦς, σινωπίς.
ἀντὶ ῥοὸς Συριακῆς, λαπάθου ῥίζα.
ἀντὶ ῥοῦ μαγειρικοῦ ξηροῦ, σάμψυχος.
ἀντὶ ῥοῦ βυρσοδεψικοῦ, κικίδες.
Σ.
Ἀντὶ σαγαπηνοῦ, χαλβάνη ἢ πίτυος ῥητίνη ξηρά.
ἀντὶ σαλαμάνδρας, σαῦρα χλωρά.
ἀντὶ σαμψύχου, ῥοῦς μαγειρικὸς ξηρός.
ἀντὶ σαντονικοῦ, ἀβρότονον.
ἀντὶ σαραπιάδος, παιονίας ῥίζα.
ἀντὶ σατυρίου, εὐζώμου σπέρμα ἢ ἐλελισφάκου.
ἀντὶ σαφίνου, ἔλαιον κίκινον.
ἀντὶ σηπίας ὀστράκου, κίσσηρις.
ἀντὶ σησάμου, λινόσπερμον.
ἀντὶ σησαμοειδοῦς, πίεσμα ἀμαραντινόν.
ἀντὶ σινήπεως, κάρδαμον ἢ καρδάμωμον.
ἀντὶ σίου, ἀσπαράγου ῥίζα ἢ λυβιστικοῦ.
ἀντὶ σισυμβρίου, ὤκιμον.
ἀντὶ σκαμμωνίας, κολοκυνθὶς, κρότωνες κίκεως, ἐντεριῶνες ἢ λαθύρις.
ἀντὶ σκίγκου, σατύριον.
ἀντὶ σκίλλης, βολβός.
ἀντὶ σκωρίας μολύβδου, ἕλκυσμα.
ἀντὶ σκωρίας Κυπρίας, μελαντηρία Αἰγυπτική.
ἀντὶ σμύρνης Τρωγλοδύτιδος, κάλαμος ἀρωματικός.
ἀντὶ σουσίνου ἐλαίου, τήλινον.
ἀντὶ σποδίου, πομφόλυξ.
ἀντὶ σποδοῦ Κυπρίας, σποδὸς φύλλων ἐλαίας.
ἀντὶ σταφίδος ἡμέρου, φοίνικος Συριακοῦ σάρξ.
ἀντὶ στέατος ἀλώπεκος, στέαρ ἄρκτειον.
ἀντὶ στέατος ἐλαφείου, στέαρ χήνειον.
ἀντὶ στέατος μοσχείου, στέαρ χοίριον παλαιόν.
ἀντὶ στέατος ὑαίνης, στέαρ χήνειον ἢ στέαρ ἀλώπεκος.
ἀντὶ στίμμεως Κοπτικοῦ, λεπὶς χαλκοῦ.
ἀντὶ στοιχάδος, χαμαίδρυς.
ἀντὶ στροβίλων, σικύου σπέρμα.
ἀντὶ στρουθίου, εὐφόρβιον, ἐλλέβορος λευκός.
ἀντὶ στρουθίου ῥίζης, ἐλλεβόρου μέλανος ῥίζα.
ἀντὶ στυπτηρίας, ἅλας ὀρυκτόν.
ἀντὶ στυπτηρίας σχιστῆς, σίδιον.
ἀντὶ στύρακος, καστόριον.
ἀντὶ συμφύτου, κενταύριον.
ἀντὶ σίσωνος Συριακοῦ, πετροσέλινον Μακεδονικόν.
ἀντὶ σηρικοῦ, λιθάργυρος.
ἀντὶ σφάγνου, βράθυ.
ἀντὶ σφάγνου ἀρωματικοῦ, σχοῖνος εἰργασμένος.
ἀντὶ σφέκλης, σανδαράχη.
ἀντὶ σφονδυλίου, κύπρου σποδὸς ἢ φύλλων ἐλαίας.
ἀντὶ σχίνου, τερέβινθος.
ἀντὶ σχοίνου, πολυγόνου ῥίζα.
ἀντὶ σχοίνου ἀρωματικοῦ, καρδάμωμον ἢ κιννάμωμον.
ἀντὶ σώρεως, λιθάργυρος διφρυγὲς ἢ μελαντηρία.
Τ.
Ἀντὶ ταυροκόλλης, ἰχθυοκόλλα.
ἀντὶ τευκρίου, χαμαίδρυς.
ἀντὶ τερεβινθίνης, μαστίχη ἢ ῥητίνη στροβιλίνη.
ἀντὶ τιτάνου, γῆ Ἐρετρία.
ἀντὶ τραγακάνθας, κόμμι, τερεβινθίνη.
ἀντὶ τριβόλου, σατύριον.
ἀντὶ τρωξίμου, μαιούνιόν τε καὶ μαιούλιον.
Υ.
Ἀντὶ ὑακίνθου, ἄνθος ἰσάτεως.
ἀντὶ ὑγροπίσσης, ὀποπάναξ.
ἀντὶ ὑοσκυάμου σπέρματος, κυνοσβάτου σπέρμα ἢ καρπός.
ἀντὶ ὑποκυστίδος, ἀκακίας χυλός.
ἀντὶ ὑποκυστίδος σπέρματος, τραγάκανθα.
ἀντὶ ὑποκυστίδος χυλοῦ, ἀκακίας ἢ ἀκάνθης χυλός.
ἀντὶ ὑπερικοῦ, ἀνήθου σπέρμα.
ἀντὶ ὑσσώπου κηρωτῆς, μύελος μόσχειος.
ἀντὶ ὑσσώπου, θύμον.
ἀντὶ ὑαίνης χολῆς, πέρδικος χολή.
Φ.
Ἀντὶ φέκλης, σανδαράχη.
ἀντὶ φοῦ, σφάγνος.
ἀντὶ φύκου, ἄγχουσα.
ἀντὶ φύλλου, ναρδοστάχυς ἢ ἴρις Ἰλλυρική.
Χ.
Ἀντὶ χαλβάνης, σαγαπηνὸν ἢ τερεβινθίνη.
ἀντὶ χαλκάνθης, λεπὶς χαλκοῦ.
ἀντὶ χαμαίδρυος, λαπάθου ἀγρίου ῥίζα.
ἀντὶ χαμαιλέοντος χυλοῦ, ἰτέας χυλός.
ἀντὶ χαμαιμήλου, ἀνθέμις.
ἀντὶ χολῆς γαλῆς, χολὴ καμήλου.
ἀντὶ χολῆς ἔχεως, χολὴ ἰχνεύμονος.
ἀντὶ χολῆς καμήλου, χολὴ ἀσκαλαβώτου.
ἀντὶ χολῆς μυγαλῆς, χολὴ πιθήκου.
ἀντὶ χολῆς πιθήκου, χολὴ καμήλου.
ἀντὶ χολῆς ὑαίνης, χολὴ πέρδικος.
ἀντὶ χυλοῦ χαμελαίας ἰτέας χυλός.
Ψ.
Ἀντὶ ψυλλίου, φακὸς ὁ ἐπὶ τῶν τελμάτων.
ἀντὶ ψιμμυθίου, μόλυβδος κεκαυμένος ἢ σκωρία μολίβδου.
Ω.
Ἀντὶ ὠκίμου, σισύμβριον.
ἀντὶ ὠκιμοειδοῦς, ἡδύοσμον ἄγριον.
ἀντὶ ὤχρας, μίσυ Κύπριον.
ἀντὶ ὠῶν λεκίθων ὀπτῶν, μύελος ἐλάφου.
ἀντὶ ὠοῦ τοῦ λευκοῦ, γάλα γυναικεῖον.
ἀντὶ ὠῶν πυῤῥῶν, μέλι ἢ ἕψημα.
Ψευδο-Γαληνός (μετά το 2ο αιώνα μ.Χ.)

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου